Ancient Greek
PSI 5 527
Documentary Papyri, Psi 5 527
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Γλαυκίου. ὀνικῶν σαγμάτων εἶχον ιβ, καὶ ζώνας ιϛ, καὶ ἱδρῶια λ. τούτων Φιλίνωι ἀπεστάλη ὑποζύγια β ἔχοντα σάγματα β, καὶ ἱδρῶια ϛ, καὶ ζώνας β. καὶ Νουμηνίωι ἱπποκόμωι σάγματα β, καὶ ζώνας β, καὶ ἱδρῶια δ· ὧν τὰ σάγματα περίεστιν, τὰ δὲ ἱδρῶια κατατέτριπται. καὶ σάγμα ἐδόθη Δωρίωνι τῶι ἀπὸ Μέμφεως διὰ Θεοπόμπου, καὶ ἱδρῶια γ· ὧν β μοι ἀνεκόμισαν καὶ σάγμα. καὶ κυνηγοῖς ἐδόθη ὑποζύγια ε· ὧν διαπεφώνηκεν ἱδρῶια γ. γίνεται ἱδρῶια ιδ, λοιπὰ ιϛ. τὰ δὲ σάγματα περίεστιν καὶ ζῶναι.