Ancient Greek
PSI 5 528
Documentary Papyri, Psi 5 528
Not analysed yet
ὑπόμνημα Ζήνωνι τῶι πατρὶ παρὰ Κλέωνος. καλῶς ποιήσεις ἀποστείλας ἡμεῖν τὸ ὀψώνιον ὃ γίνεται ἐμοί τε καὶ τῆι μητρί, τὸ πᾶν σὺν ἐλαίωι δραχμαὶ ιζ καὶ οἰνάριον ἡμεῖν γίνεται χόες ϛ κοτύλαι γ καὶ εἰς τὰ Ἑρμαῖα καὶ τὰ Μουσεῖα· πάντες γὰρ ἤδη εἰσενηνόχασι. καὶ περὶ τοῦ ὕδατος φρόντισον· ἀγοράζομεν γὰρ πολλασταῖοι. ἀπέσταλκα δέ σοι καὶ τὴν ἐπιστολὴν ἣν ἀπέστειλάν μοι Δημήτριος καὶ Ἱπποκράτης περὶ τοῦ καρποῦ τοῦ ξυλικοῦ. ἐγὼ οὖν ἀπέστειλα λέγων αὐτοῖς διότι· πορεύεσθε πρὸς Ζήνωνα τὸν πατέρα. εὐτύχει. τῶι πατρί.