Ancient Greek
PSI 5 529
Documentary Papyri, Psi 5 529
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Νόμου. συμβέβηκέν μοι ἀπαχθῆναι ὑπὸ Σκύμνου πρὸς δραχμὰς ξβ χαλκοῦ. ἵνα οὖν αὐτῶι ἀποδοθῆι καὶ ἀπολελυμένος ὦ ἀπʼ αὐτοῦ, ἄλλων βουλομένων δανεῖσαι ἐπὶ τῶι παιδαρίωι, ἔδοξέ μοι βέλτιον εἶναι καὶ τὸ παιδάριον παρὰ σοὶ ἀνασῴζειν. καλῶς ποιήσεις δανείσας εἰς ἔτη τρία. εὐτύχει.