Ancient Greek
PSI 6 569
Documentary Papyri, Psi 6 569
Not analysed yet
Φιλῖνος Ζήνωνι χαίρειν. καλῶς ἂν ἔχοι εἰ ἔρρωσαι· ὑγίαινον δὲ καὶ αὐτός. ἀπέσταλκά σοι καλιάς, ἃς του…αλ…κ… καὶ κώνους ξ, ῥοὰς κβ, καὶ ὄρνιθα ἄρσενα φοίνικα πυρωπόν, καὶ ἀδελφὴν αὐτοῦ πυρωπὴν μέλαιναν, ἄλλος ὄρνις φοῖνιξ …τῶν Ναυσινικείων, καὶ ἀδελφὴ αὐτοῦ μέλαινα αἰγωπή ……ι…ια η, τούτων σπόδιον α, ἄλλος ἄρσην τεφρὸς ὀξυωπής, καὶ τούτου ἀδελφὴ λευκὴ πυρωπή, ἄλλος ἄρσην τεφρὸς καὶ θήλειαι μέλαιναι β ὑποπύρωποι, θήλεια μέλαινα α τὴν κέρκον …κατεαγυῖα, ἄλλος χαλκόπτερος μέγας περίλευκον τὸν ὀφθαλμὸν ἔχων, θήλειαι μέλαιναι δ καὶ ῥαντὴ α. καλῶς δʼ ἂν ποιήσαις τὰς μὲν διπλοΐδας δοὺς Μόσχωι τῶι παρʼ ἐμοῦ, τὰ δὲ πορεῖα Λιβάνωι τῶι παρὰ Τελέστου. ἔρρωσο. ἔτους λγ, Τῦβι …ἔτους λγ, Τῦβι ε Φιλῖνος Ζήνωνι …περὶ ὧν ἀπέσταλκεν.