Ancient Greek
PSI 6 570
Documentary Papyri, Psi 6 570
Not analysed yet
ὁ δεῖνα Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιποῖς ἀπαλλάσσεις κατὰ λόγον, εἴη ἂν τὸ δέον· ὑγίαινον δὲ καὶ αὐτός. Μένανδρος, ὁ φέρων σοι τὰ γράμματα, ἐστὶν ἡμῖν ἐν γνώσει· στρατεύεται δὲ ἐν τοῖς Ἀλκίππου ἱππεῦσιν ἀποδέδρακεν δʼ αὐτοῦ παῖς, ὃς ἐστι ἐν τῆι Λίμνηι. καλῶς οὖν ποιήσεις ἀποστείλας τοὺς ἐκεῖ φυλακίτας εἰς ἣν ἂν κώμην ἦι ὁ παῖς, ὅπως ἀποστάληι μετʼ ἀσφαλείας. ἔτι δὲ καὶ προπεμψάτωσαν αὐτὸν …διὰ τὸ σπουδὴν ποιεῖσθαι τῶν πολιτικῶν …ων. ἔρρωσο. ἔτους λδ, Ξανδικοῦ ζ. Ζήνωνι