Ancient Greek
PSI 6 701
Documentary Papyri, Psi 6 701
Not analysed yet
…καὶ τῶν ἄλλων τῶν γραφομένων κοινῶν, μηνὸς …ἐν Ἀφροδίτης πόλει τῇ ὑπὲρ Μέμφιν. ὁμολογεῖ Αὐρήλιος Πετόσιρις Π… τοῦ Ψεντεντώριος μητρὸς Τααρμώθιος ἀπὸ Ἀφροδίτης πόλεως ὡς ἐτῶν με ἄσημος εἰληφέναι παρὰ Αὐρηλίου Ἰσιδώρου Παμφίλου ἐξηγητεύσαντος τῆς αὐτῆς πόλεως ὡς ἐτῶν ἀσήμου χρῆσιν ἔντοκον τόκων δραχμιαίων ἑκάστης μνᾶς κατὰ μῆνα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου σεβαστῶν νομίσματος δραχμὰς διακοσίας εἰς πλήρης καὶ ἀπὸ κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσεγράφη· ἃς καὶ ἐπάναγκον ἀποδώσειν ἐν μηνὶ Ἐπεὶφ τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως, τῆς πράξεως οὔσης τῷ Αὐρηλίῳ Ἰσιδώρῳ ἔκ τε τοῦ Πετοσίριος καὶ τῶν ὑπαρχόντων …