Ancient Greek
PSI 6 702
Documentary Papyri, Psi 6 702
Not analysed yet
…ἀμπελικο… καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον μέτρῳ τῶν σῶν ἑαυτοῖς μετρούντων, ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας· εἰ δὲ μή, ἐκτείσω σοι τὴν ἐπὶ τοῦ τότε καιροῦ ἐσομένην τιμὴν διπλῆν, τῆς πράξεώς σου γεινομένης παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων, μένοντός σοι τοῦ λόγου περὶ ὧν ἄλλων ὀφείλω καθʼ ἕτερα γράμματα. κύριον τὸ παρὸν χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γείνεσθαι ἐπερωτηθεὶς ὡμολόγησα. …