Ancient Greek
PSI 7 732
Documentary Papyri, Psi 7 732
Not analysed yet
παρὰ Ὡρίωνος Σαραπίωνος τοῦ Πασίωνος θέσει τοῦ πρὸς πατρὸς θείου Διογένους Πασίωνος ἀπʼ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τρεισκαιδεκαετῶν εἰ μητροπολῖται δωδεκάδραχμοί εἰσιν, δηλῶ Ψάιν δοῦλόν μου ἀναγραφόμενον ἐπʼ ἀμφόδου Παμμένους παραδείσου γεγονέναι τρεισκαιδεκαετῆ τῷ ἐνεστῶτι ιζ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ εἶναι μὲν αὐτὸν δωδεκάδραχμον, ἐμὲ δὲ διʼ ὁμολόγου λαογραφίας ιε ἔτους ἀμφόδου τοῦ αὐτοῦ. καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Τίτον Αἴλιον Ἁδριανὸν Ἀντωνῖνον …