Ancient Greek
PSI 7 733
Documentary Papyri, Psi 7 733
Not analysed yet
Αὐρηλίῳ Λεωνίδῃ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Χαιρήμονος τοῦ καὶ Σεντιανοῦ πράκτορος στεφανικῶν μητροπολιτικῶν λημμάτων Θμοισεφὼ Παώμεως τόπων. κατʼ ἄνδρα εἰσπράξεως ἀριθμήσεως μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος ιδ ἔτους Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου. ἔστι δέ· λημμάτων τοῦ ἐνεστῶτος ιδ ἔτους ἱερῶν στεφανικῶν χρημάτων σύνπαντι δραχμαὶ μδ ὧν …μις Θεω… δραχμαὶ ιβ …δραχμαὶ ε διώβολον προχρείας ἐμοῦ τοῦ πράκτορος δραχμαὶ κε πεντώβολον …καὶ ἐξ ἐπιστάλματος Καλπουρνίου Πετρωνιανοῦ δραχμὴ α καὶ ἐξ ἐπιστάλμτος Αὐρ…εως τοῦ καὶ …Σεφὼ δραχμαὶ η πεντώβολον γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ νγ ἔτουςιδΑὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου …Αὐρηλίῳ Λεωνίδῃ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Χαιρήμονος τοῦ καὶ Σεντιανοῦ πράκτορος στεφανικῶν μητροπολιτικῶν λημμάτων Θμοισεφὸ τοπαρχίας Παώμεος τόπων. κατʼ ἄνδρα εἰσπράξεως ἀριθμήσεως μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος ιδ ἔτους Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου. ἔστι δέ· λημμάτων τοῦ ἐνεστῶτος ιδ ἔτους ἱερῶν στεφανικῶν χρημάτων σύνπαντι δραχμαὶ νδ ὧν Ἀρσινόης Διογένους δραχμαὶ ιη Διονύσιος καὶ οἱ ἀδελφοὶ δραχμαὶ δ Δρωσι…α δραχμαὶ η προχρείας ἐμοῦ τοῦ πράκτορος δραχμαὶ κα πεντώβολον γίνονται τοῦ προκειμένου ἐξ ἐπιστάλματος Καλπουρνίου Πετρωνιανοῦ δραχμαὶ β …γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ …ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς Σεβαστοῦ, Παχὼν η. Αὐρήλιος Χαιρήμων ὁ καὶ Σεντιανὸς διʼ ἐμοῦ Αὐρηλίου Ἰσιδώρου ἐπιδέδωκεν.