Ancient Greek
PSI 7 741
Documentary Papyri, Psi 7 741
Not analysed yet
Κλαύδιος Ἀλέξανδρος Σερήνῳ τῷ πατρὶ …χαίρειν τὰ βιβλία μοι παρεκόμισε Ψόις Ἁρποκρατίωνος, ἐφʼ ἃ ἐπέστειλα, ὁμολόγως τῇ γραφῇ, καὶ ἐπιθήκας ταλάντων δεκαὲξ καὶ δραχμῶν τετρακισχιλίων · ὅπερ ἀργύριον μόλις εἰς τὰς ἐμὰς δαπάνας ἀρκέσει. ἐντεῦθεν οὖν σοι γράφω πέμψαι μοι τοσοῦτον ὅσον ἕτοιμον ἔχεις τὸ δυνάμενον τὰ πράγματα ἀπαλλάξαι. εἴ τις δὲ πρόσοδος συνάγεται ἀπὸ τῶν ἐκφορίων ἢ ὅθεν δήποτε, αὐτὸ μετάδος μοι μελλον πεμπεσται… ἡμῶν ὀφλ…τα αποδ… Σερήνωι παρὰ Κλαυδίου Ἀλεξάνδρου γενομένου γυμνασιάρχου