Ancient Greek
PSI 7 742
Documentary Papyri, Psi 7 742
Not analysed yet
παρά καὶ προλαβὼν εἶπον τῇ σῇ ἀδελφότητι ὡς ἄλλην γνώμην εἰς ἡμᾶς κέκτηται ὅμως ὁ Ἰουδαῖος …τοῖς γραφεῖσίν μοι παρʼ αὐτῆς. εἰ δὲ κελεύεις, πρόθεσιν ἀγαθὴν καὶ νῦν ἐνδεικνύσασθαι καταξιώσῃ αὐτή ,μηδενὸς εἰδότος τὸ διὰ τί ἀνέπλευσεν ἀπʼ Ἀλεξανδρείας ὁ Ἰουδαῖος οὗτος ὁ μετὰ τῶν Σιγ ἐλθὼν. τοῦτο δὲ εὐκαίρως δύνῃ γνῶναι παρὰ τοῦ υἱοῦ Παλειτίου αὐτὸς γὰρ τὴν πᾶσαν περίστασιν οἶδεν τοῦ πράγματος καὶ τὸ τίνος ἕνεκεν ἀνῆλθεν· καὶ σπουδαίως μεταδοῦναί μοι διὰ γραμμάτων τὰ τῆς ὑποθέσεως· τοῦτο γὰρ ἡγοῦμαι. ὡς οὖν διὰ τὴν πρόφασιν τοῦ οἶδες πῶς ἀνῆλθεν, πέμψον αὐτὸν μετὰ γραμμάτων, ὡς εἶπον τῇ σῇ λαμπρότητι ἐν τῷ πραιτωρίῳ καὶ …ἀόκνως καὶ διὰ τάχους παρασκευάσαι με ταῦτα γνῶναι. ἐθαύμασα δὲ πῶς τῷ νομικῷ συνεχῶς γράφεις καὶ περὶ τῶν ὑποδεικνύεις μετὰ γράμματος ὡς σοῦ μὴ γράψαντός μοι μηδὲ μιᾷ ὅμως εἰ ταῦτα γνησίων φίλων ἐστίν, οὐδὲν λέγω. διὰ θεὸν δὲ ποίησον καὶ πρόθεσιν ἀγαθὴν καὶ φιλίαν προλαβοῦσαν σπούδασον τὰ περὶ τούτου τοῦ ἀνθρώπου γνῶναι καὶ ταχέως μεταδοῦναί μοι· πάνυ γὰρ ὀλιγωρῶ τούτου χάριν. φρόντισον οὖν, δέσποτα, μοῦ καὶ νῦν κατὰ τάχος καὶ γράψον ἡμῖν . τῷ δεσπότῃ μου τὰ πάντα εὐδοκιμοτάτῳ καὶ ἐναρέτῳ Φοιβάμμωνι βοηθῷ παρὰ Ἰσὰκ ἱατροῦ