Ancient Greek
PSI 8 882
Documentary Papyri, Psi 8 882
Not analysed yet
…ὄνον θήλειαν λευκὴν μυόχρουν τὴν οὐράν, ἣν παραδέδωκά σοι …ταύτην τοιαύτην ἀσινῆ καὶ ἀναπόρριφον τιμῆς τῆς συμπεφωνημένης ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων τεσσαράκοντα γίνεται τάλαντα μ ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν σοι τὴν αὐτὴν ὄνον πάσῃ βεβαιώσει, τὸν δὲ ἐπελευσόμενον ταύτης χάριν ἢ μέρους αὐτῆς ἀποστήσω παραχρῆμα ταῖς ἐμαυτοῦ δαπάναις καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα ὁ δεῖνα πέπρακα τὴν ὄνον καὶ ἀπέσχον ὑπὲρ τιμῆς ἀργυρίου τάλαντα τεσσαράκοντα πλήρη, καὶ βεβαιώσω ὡς πρόκειται· Αὐρήλιος Νεμεσιανὸς Σαραπάμμωνος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μη εἰδότος διʼ ἐμοῦ Διογένους ἐγράφη