Ancient Greek
PSI 8 883
Documentary Papyri, Psi 8 883
Not analysed yet
Ἡρακλείδηι στρατηγῶι Ἀρσινοείτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Ἰσαρίου τῆς Ἡρακλείδου μετὰ κυρίου τοῦ υἱοῦ Τιμοκράτους τοῦ Ἀπίωνος. ἐπιβαλόντες τινὲς λῃστρικῷ τρόπῳ εἰς ὃν ἔχω τοῦ τετελευτηκότος μου ἀνδρὸς Ἀπίωνος πύρινον πάτον, ὧν ἐγεώργει περὶ Θεαδέλφειαν δημοσίων ἐδαφῶν, καὶ ὑφείλαντο ἐκ τοῦ πλείστου ἐκ τοῦ δηλουμένου πάτου ὥστε οὐκ ὀλίγον μοι βλάβος ἐξακολουθεῖν οὐκ ἔλασσον πυροῦ ἀρταβῶν ἕξ. ὧν χάριν ἀξιῶ συντάξαι τῷ τῆς κώμης Θεαδελφείας ἀρχεφόδῳ ποιήσασθαι τὴν καθήκουσαν ἀναζήτησιν καὶ τοὺς φανέντας αἰτίους ἔχῃ ἐν ἀσφαλείᾳ πρὸς τὴν δέουσαν ἐπέξοδον. διευτύχει. ἔτους κα Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Ἐπεὶφ ιε.