Ancient Greek
PSI 8 908
Documentary Papyri, Psi 8 908
Not analysed yet
Ἁρμιῦσις Ὀρσεῦς μητρὸς Ταπεηεῖς ὁμολογῶ πεπρακέναι Ὀννώφρει Κολλούθου μητρὸς Τερεψαεις κατὰ τὴν πρᾶσιν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντά μοι μέρη δύο ἀπὸ μερῶν τριῶν πατρικῆς μου οἰκίας τριστέγου κοινῶν καὶ ἀδιαιρέτων ἐν Τεβτύνει· ὧν γείτονες τῆς ὅλης οἰκίαςνότου πρότερον τοῦ ἀδελφοῦ Ὀρσεῦτος νυνὶ δὲ Κάστορος τοῦ Λυσιμάχου, βορρᾶ υἱῶν Αυ…ρου οἰκία, λιβὸς Ἁρμιῦσις τοῦ Λῶτις αὐλή, ἀπηλιώτου ῥύμη βασιλική· καὶ ἀπέχω παρὰ τοῦ Ὀννῶφρις τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ ἐνεστῶτος ἔτους, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκιται. Ὀννόφρις Κολλούθου μητρὸς Τελεψαντις γέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Λέων Ὀρσενοῦφις διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ἁρμιῦσις Ὀρσεῦς Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν τὸ δάνειον παρὰ Ὀννῶφρις τοῦ Κολλούθου τὰς τοῦ ἀργυρίου ἐπισήμου δραχμὰς ἑκατὸν τόκωι ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσω ἐν μηνὶ Δρουσιεῖ Ἐφεὶπ τοῦ ἐνεστῶτος ἔτους τρίτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καθὼς πρόκιται. Ὀννόφρις Κολλούθου δεδάνεικα καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Λέων Ὀρσενοῦφις διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.