Ancient Greek
909.msup.1 to 909.ctr.13
Documentary Papyri, Psi 8 909.msup.1-909.ctr.13
Not analysed yet
…διὰ τοῦ αὐτοῦ …Κώνωψις Ψομσαει μητρὸς τῆς δεῖνα, καὶ Πανᾶς καὶ Παποντῶς οἱ δύο Ἁρμιύσιος τοῦ καὶ Ὥσιος μητρὸς Θεμπανάτης, καὶ Θωθσῦθμις Κολλούθου μητρὸς Σουήριος ὁμολογοῦμεν οἱ προγεγραμμένοι τέσσαρες πεπρακέναι Κρονίωνι Πετεσούχου κατὰ τήνδε τὴν πρᾶσιν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν πατρικήν τε καὶ ὠνητὴν οἰκίαν παλαιὰν τρίστεγον ἀπὸ μέρους συμπεπτωκυῖαν καὶ αἰθρίου καὶ εἰσόδου καὶ ἐξόδου καὶ τῶν συνκυρόντων πάντων ἐν Τεβτύνει πλὴν τοῦ ἐν τῇ αὐτῇ οἰκίᾳ οἴκου ἑνὸς καὶ ταμίου καὶ τοῦ ἐπιβάλλοντος τούτοις μέρους πυλῶνος καὶ πεσσοῦ καὶ δώματος καὶ εἰσόδου καὶ ἐξόδου τῶν ὄντων …ου…ροντων · ὧν γείτονες τῆς ὅλης οἰκίας καὶ αἰθρίου νότου Πετεσούχου τοῦ Πετσίρεως οἰκία ἀνὰ μέσον οὔσης τῆς κοινωνικῆς εἰσόδου καὶ ἐξόδου· βορρᾶ καὶ λιβὸς υἱῶν Ἁρυώτου τόποι …καὶ κατὰ μέρος κοινωνικὴ εἴσοδος καὶ ἔξοδος ἕλκουσα εἰς τὸν λίβα, ἀπηλιώτου τοῦ προγεγραμμένου Κώνωπος μυλαῖον· καὶ ἀπέχομενπαρὰ τοῦ Κρονίωνος τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ προδόματος διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσομεν ἐξ ἀλληλεγγύης τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ ἐνεστῶτος τετάρτου ἔτους καὶ αὐτοῦ τοῦ τετάρτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκοῦσι δὲ αἱ γυναῖκες ἡμῶν, τοῦ μὲν Κωνώψεως Τασωῦκις Πατύνεως μητρὸς Ταρμούθεως καὶ οἱ τοῦ αὐτοῦ Κωνώψεως υἱοὶ Πετεσοῦχος καὶ Λαβδᾶς καὶ αἱ τούτων γυναῖκες, τοῦ μὲν Πετεσούχου Ταπετσῖρις Πετσίρεως μητρὸς Ἑριεῦτος τοῦ δὲ Λαβδᾶ Τσεναπύμχις Ἡρακλήου μητρὸς Τααρμιύσιος, καὶ ἡ τοῦ Πανᾶτος γυνὴ Ταπετσωοῦκις Ἁρμιῦσις μητρὸς Τεφερῶτος, καὶ ἡ τοῦ Παποντῶτος γυνὴ Θεναρκηοῦς Τροπανηοῦς μητρὸς Ταβρεούσεως, καὶ ἡ τοῦ Θωθσύθμιος μήτηρ Σουῆρις Ἁρμιῦσις μητρὸς Ταορσεῦτος τῇ πράσει ταύτῃ, καὶ μὴ ἐπελεύσονται ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῶν καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἁρυώτης Εὐτύχου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. ἐφʼ ᾧ δὲ ὑπολείψῃ ὁ Κρονίων ἐκ τῆς προκειμένης οἰκίας, ἐάνπερ κατασπάσῃ ὁ Κρονίων τὴν αὐτὴν οἰκίαν, τῷ Κωνώψει δρόμον πρὸς τὸ μυλαῖον ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους τῆς οἰκίας …του ἡμιπήχεος, δια-τείνοντα διόλου τῆς οἰκίας νότου ἐπὶ βορρᾶ καθῶς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἁρυώτης Εὐτύχου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Κρονίων Πετεσούχου γέγονεν εἴς με ἡ πρᾶσις καθὼς πρόκειται. πρᾶσις πατρικῆς τε καὶ ὠνητῆς οἰκίας παλαιᾶς τριστέγου ἀπὸ μέρους συμπεπτωκυίας καὶ αἰθρίου καὶ εἰσόδου καὶ ἐξόδου καὶ τῶν συνκυρόντων