Ancient Greek
PSI 8 912
Documentary Papyri, Psi 8 912dupl
Not analysed yet
Ταμύσθα Ὀρσεῦτος μητρὸς Ταπετθεῦτος μετὰ κυρίου τοῦ ἀνδρός μου Πολέμωνος τοῦ Διονυσίου μητρὸς Ταανουβίωνος ὁμολογῶ πεπρακέναι κατὰ συνγραφὴν ὁμολογίας Διονυσίῳ Πολέμωνος μητρὸς Ταμύσθας τὰ ὑπάρχοντά μοι μέρη δύο ἀπὸ μερῶν πέντε πατρικῆς οἰκίας διστέγου καὶ αὐλῆς καὶ τῶν συγκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων· ὧν γείτονες τῆς ὅλης οἰκίας καὶ αὐλῆς νότου Νικολάου πρότερον αὐλή, βορρᾶ κοινὴ εἴσοδος καὶ ἔξοδος, λιβὸς Διδύμου γερδίου οἰκία, ἀπηλιώτου πρότερον Νικολάου αὐλή· καὶ ἀπέχω παρὰ Διονυσίου τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ὀννῶφρις Μαρσισούχου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Διονύσιος Πολέμωνος μητρὸς Ταμύσθας γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Πάτρων Ἥρωνος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ταμύσθα ὡς ἐτῶν μδ οὐλὴ ποδὶ δεξιῷ. Πολέμων ὡς ἐτῶν μϛ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. Διονύσιος ὡς ἐτῶν κβ οὐλὴ πηχεῖ δεξιῷ. Πάτρων ὡς ἐτῶν μβ οὐλὴ μ… ἀριστερῷ Ὀννῶφρις ὡς ἐτῶν μϛ οὐλὴ ἀστραγάλῳ ποδὸς ἀριστεροῦ. …