Ancient Greek
PSI 8 913
Documentary Papyri, Psi 8 913dupl
Not analysed yet
Λα… Ἁροββροους μετὰ κυρίου τοῦ ἀνδρὸς Κρονίωνος Παποντῶτος ὁμολογῶ πεπρακέναι Ποτάμωνι Ὀννόφρις τὸ ὑπάρχον μοι πατρικὸν πέμπτον μέρος οἰκίας τριστέγου καὶ αὐλὴς πλὴν τοῦ ἐν τῇ οἰκίᾳ οἴκου ἑνός ,ἐν ᾧ ἐστιν ταμεῖον ἐπὶ τοῦ πυλῶνος οἵ εἰσιν Παποντῶτος Μάρωνος καὶ ἐπὶ τοῦ ταμείου ἐπιπέδου ἐντὸς τοῦ πυλῶνος ἐστὶν Ὀρσεῦς Βρύωνος, ἐπὶ δὲ τοῦ προκιμένου πέμπτου μέρους πλὴν τούτων κοινῶν καὶ ἀδιαιρέτων πρὸς τὸν αὐτὸν Ποτάμωνα· ὧν γείτονες πάσης τῆς οἰκίας καὶ αὐλῆς νότου υἱῶν Κρονίωνος Ασιαδις οἰκία καὶ αὐλή, βορρᾶ Ὀρσενοῦφις Βέλφις οἰκία καὶ αὐλή, λιβὸς τοῦ προγεγραμμένου Κρονίωνος καὶ τῶν μετόχων οἰκία, ἀπηλιώτου ῥύμη βασιλική· καὶ ἀπέχω παρὰ τοῦ Ποτάμωνος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παρα χρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Ὀρσεῦς Ὀρσεῦτος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. ἀκυρώσιμος πρᾶσις Ποτάμωνος