Ancient Greek
PSI 8 914
Documentary Papyri, Psi 8 914dupl
Not analysed yet
Ὀννῶφρις Ψενκήβκιος μητρὸς Ταμαρήους ὁμολογῶ πεπρακέναι Ψοίφι Ψοίφεως μητρὸς Τετοσῖρις κατὰ τήνδε τὴν πρᾶσιν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντά μοι καὶ ἐπιβάλλοντά μοι μέρη δύο ἀπὸ μερῶν πέντε ἅ ἐστιν ἀπὸ μερῶν δύο πατρικῶν μου μερῶν οἰκοπέδων ἥ ἐστιν οἰκία συνπεπτωκυῖα καὶ προσπαρακείμεναι αὐλαὶ καὶ τόποι παλαιοὶ καὶ προπυλὼν καὶ ἐπάνω οἶκοι καὶ τὰ συνκύροντα πάντα ἐν Τεβτύνει πλησίον τοῦ Ἰσιήου ἱεροῦ κοινὰ καὶ ἀδιαίρετα πρός τε τοὺς ὁμοπατρίους μου ἀδελφοὺς καὶ Ψοῖφιν Μαρεπκάμιος καὶ Νεβτῦνιν Ψοίφεως ὧν γείτονες τῆς μὲν παλαιᾶς οἰκίας συμπεπτωκυίας νότου υἱῶν Ψοῖφις Θῶθις οἰκία, βορρᾶ τοῦ προγεγραμμένου Ψοῖφις Μαρεπκᾶμις οἰκία ,λιβὸς οἱ προκίμενοι καὶ προσπαρακείμενοι τόποι, ἀπηλιώτου Λυσιμάχου τοῦ Λυσιμάχου τόποι· γείτονες δὲ καὶ τῶν προσπαρακειμένων αὐλῶν καὶ τόπων νότου καὶ βορρᾶ καὶ λιβὸς ῥῦμαι βασιλικαί, ἀπηλιώτου ἡ προκιμένη παλαιὰ οἰκία καὶ ἐπί τι μέρος τοῦ προγεγραμμένου Ψοίφιος Μαρεπκᾶμις οἰκία καὶ αἴθριον καὶ ὁμοίως ἐπί τι μέρος τῶν προγεγραμμένων υἱῶν Ψοῖφις Θῶθις οἰκία καὶ αἴθριον καὶ τόποι. καὶ ἀπέχω παρὰ τοῦ Ψοῖφις τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου παραχρῆμα, καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ ἡ γυνή μου Τετοσῖρις Ψοίφεως μητρὸς Θαυβάστεως τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐνκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Διονύσιος Μάρωνος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ψῦφος Ψύφιος μητρὸς γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκιται.