Ancient Greek
PSI 8 929
Documentary Papyri, Psi 8 929
Not analysed yet
ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, τρίτηι καὶ εἰκάδι Περιτίου τρίτηι καὶ εἰκάδι Χοιάχ, ἐν …τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Νέων Πεθέως Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαρακονταπέντε οὐλὴ ἀντικνημίωι …Πεθεῖ Χαιρήμονος ὡς ἐτῶν …επτὰ οὐλὴ ὀφρύι δεξιᾷ ἔχειν παρʼ αὐτοῦ χρῆσιν …ἀρταβῶν …μέτρωι δρόμωι τετραχοινίκωι …τ… τὸν Νέωνα …ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας· ἐὰν δὲ μὴ ἀποδῶι ὡς προγέγραπται ?,ἀποτεισάτω παραχρῆμα τὴν τιμὴν μεθʼ ἡμιολίας, γινομένης τῶι Πεθεῖ τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων, καθάπερ ἐκ δίκης, χωρὶς ἄλλων ὧν ὀφείλει ὁ Νέων τῶι Πεθεῖ καθʼ ἣν ἔχει ἀσφάλειαν. ἡ συγγραφὴ κυρία. Νέων Πεθέως Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν παρὰ Πεθέως Χαιρήμονος χρῆσιν …ἀρταβῶν …μέτρωι δρόμων τετραχοινίκωι καὶ ἀποδώσω ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ιε ἔτους χωρὶς ἄλλων ὧν ὀφείλω τῶι Πεθεῖ ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ ……Ἥρωνος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Πεθεῦς Χαιρήμονος γέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκειται. πεντεκαιδεκάτῳ ἔτει …γραφείου