Ancient Greek
PSI 8 930 Vo
Documentary Papyri, Psi 8 930
Not analysed yet
…ίων Ἡρωνίνῳ καὶ Ποντικῷ τοῖς φιλτάτοις χαίρειν. ἠθέλησεν ὁ ἀξιολογώτατος Ἀπιανὸς ἐπιστεῖλαι τὰ κτήνη τοῦ Ἀκιῆ πεμφθῆναι ἐξαυτῆς σήμερον εἰς τὴν Κλεοπάτραν, ἵνα ἀπὸ τῶν καλαμειῶν φέρωσιν κάλαμον εἰς τὸ ἐποίκιον· οἱ γὰρ πωλήσαντες ἡμῖν ἐνοχλοῦσιν ζητοῦντες …ιμελ… ἑαυτῶν τὰς καλαμείας. εὐθὺς οὖν αὐτὰ ἀποπέμψατε ἐκεῖ, ἵνα μὴ δοκῆτε ἀμελήσαντες αἰτίᾳ ὑποπίπτειν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. ἔτους β, Τῦβι κε. Ἡρωνίνωι καὶ Ποντικῶι. …Δημητρία Πλουτογένης Κλαύδιος Διονυσία Σωτήριχος Καλημέρα Ἀπολλώνιος