Ancient Greek
PSI 8 937
Documentary Papyri, Psi 8 937
Not analysed yet
ἡ ἁγία καθολικὴ καινὴ ἐκκλησία διʼ ἐμοῦ Ἰωσηφίου πρεσβυτέρου καὶ οἰκονόμου Ἀπολλῶτι Διοσκόρου χαίρειν. ἐδεξάμην παρὰ σοῦ ἀπὸ τοῦ φόρου τοῦ ὑπὸ σὲ γεωργίου τῆς ἁγίας ἐκκλησίας κλήρου Ιεραδος ὑπὲρ τῆς σὺν θεῷ μελλούσης πρώτης ἰνδικτίονος χρυσοῦ νομισμάτια δύο παρὰ κεράτια τέσσαρα· γίνονται χρυσοῦ νομισμάτια β παρὰ κεράτια δ· καὶ καταβέβληκας εἰς τὸ δημόσιον τῇ τρίτῃ καταβολῇ τῶν δημοσίων κανόνος τεσσαρεσκαιδεκάτης ἰνδικτίονος, καὶ ἑτοίμως ἔχω ταῦτα λογίζεσθαί σοι εἰς τὸν αὐτὸν φόρον. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ ἐντάγιον ἐφʼ ὑπογραφῆς ἐμῆς, ὡς πρόκειται. Μεχεὶρ ιγ τῆς ιδ ἰνδικτίονος. Ἰωσὴφ πρεσβύτερος καὶ οἰκονόμος ὁ προκείμενος στοιχεῖ μοι τὸ ἐντάγιον ὡς πρόκειται. ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου