Ancient Greek
PSI 8 938
Documentary Papyri, Psi 8 938
Not analysed yet
ἓξ νομίσματα εὔσταθμα ἀπέλυσα Κολλούθῳ τῷ χοιρομαγείρῳ πρὸς τοὺς ἀπὸ πρωτοκωμητῶν, καὶ ταῦτα ἐλογίσθη …πεπληρῶσθαι παρʼ αὐτῶν. παρεκράτησεν εἰκοσιδύο εὔσταθμα κεράτια τῶν γραμματηφόρων ὑπὲρ χ…ρ…ισθέντων αὐτῷ ἐν τῇ ἐπιδημίᾳ τοῦ στρατηλάτου. θέλησον οὖν πᾶσιν τρόποις ἀπαιτῆσαι αὐτοὺς ὅσα χρεωστοῦσιν τῷ αὐτῷ Κολλούθῳ εἰς τὰ ἓξ νομίσματα καὶ δοῦναι τοῖς γραμματηφόροις. χρεωστοῦσιν δέ, ὡς εἴρηται, παρὰ τοῦ αὐτοῦ Κολλούθου. ἀλλὰ πάντως ἀπαιτήσατε αὐτούς, ἐπεὶ θεὸς οἶδεν πέμπω τὸν ἀρχίφρουρον ἀπαιτοῦντα αὐτοὺς μετὰ δαπάνης ἀπάλλαξον δὲ αὐτοὺς καὶ ὧν χρεωστοῦνται περὶ αὐτῶν …