Ancient Greek
PSI 8 941
Documentary Papyri, Psi 8 941
Not analysed yet
…εαυτο…αι γραμμα… τεια ἐπὶ τῇ ἡμετέρᾳ περιγραφῇ πλεονεκτικῶς διεπράξατο, ἀναγκαίως ἐπιδίδωμι τοῦτο τὸ ὑπόμνημα, οὗ τὸ ἴσον ἀξιῶ διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν μεταδοθῆναι αὐτῷ, ἵνʼ εἰδῇ πρὸ τῶν ὅλων κρατούμενον αὑτὸν τῇ τοῦ γραφείου γραμματείᾳ καὶ χειριστείᾳ μέχρι οὗ τὸν καθήκοντα λόγον τοῦ ὅλου χρόνου ἀποδῷ, παραγεινόμενόν αὐτὸν ὅπου ἂν ὁ κράτιστος ἡγεμὼν τὸν τοῦ νομοῦ διαλογισμὸν ἢ δικαιοδοσίαν ποιῆται καὶ κριθησόμενον πρός με περὶ ὧν βιαίως με ἀπῄτησε καὶ ὧν διεπράξατο οὐ δεόντως ἐμπαίξας ἡμῖν ἐν πολλοῖς, ἃ καὶ ἐπὶ τοῦ ῥητοῦ ἀποδείξω· οὐδὲν μέντοι ὡς ἡ δια… ὀφείλεται …διαστολικὸν εἰς Γάιον.