Ancient Greek
PSI 8 942
Documentary Papyri, Psi 8 942
Not analysed yet
ἐλήφθη θ ἔτους, Τῦβι ι. Ἐπιμάχῳ καὶ Θέωνι βιβλιοφύλαξιν παρὰ Διογένους τοῦ Διονυσίου τοῦ Διονυσίου μητρὸς Ἡρακλοῦτος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. ἀπογράφομαι τῷ ἀφήλικί μου υἱῷ Διονυσίῳ μητρὸς Ταψόιτος τῆς Κόμωνος κατὰ τὰ προστεταγμένα ὑπὸ τοῦ κυρίου ἡγεμόνος Μεττίου Ῥούφου τὸ ὑπάρχον αὐτῷ εἰς τὴν ἐνεστῶσαν ἡμέραν ἥμισυ μέρος κατοικικῆς γῆς ἀρουρῶν …ἡμίσους περὶ κώμην Νέσλα ἐκ τοῦ Εὐδόξου κλήρου ὅπερ κατήντηκεν εἰς αὐτὸν ἐξ ὀνόματος τῆς μετηλλαχυίας αὐτοῦ μητρὸς ἀκολούθως οἷς ἔχει δικαίοις. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος …