Ancient Greek
PSI 8 943
Documentary Papyri, Psi 8 943
Not analysed yet
Μάξιμος Κορβόλονει τῶι γλυκυτάτῳ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν παντὸς εὔχομαί σοι ἰσχύειν καὶ ὑγιαίνειν μετὰ τῶν σῶν πάντων. συνγνώσῃ, ἄδελφε· ὄμνυμί σοι τὸν μέγαν θεὸν Σάραπιν ὅτι οὐκ οἶδα ποῦ τὸ ὀφφίκιον ἔχεις, ἵνα σοι ἐκεῖ ἔλθω καὶ ἀσπάσωμαι σοῦ τὴν θειοτάτην ὄψιν. διὸ οὖν ἐρωτῶ σε, ἄδελφε, μή μοι ὀργισθῇς. κόμισαι παρὰ τοῦ φέροντός σοι τὸ ἐπιστόλιον λογχάριον εὔμετρον, ἵνα ἐν αὐτῇ γυμνάζῃ εινδε ξρω ἐν τάχει μοι δήλωσον περὶ τῆς ὑγιείας σου, καὶ ποῦ καταμένεις, ἵνα σοι ἐκεῖ ἔλθω. σὺ δὲ ἄσπασαι τοὺς παρὰ σοῦ πάντας ἀσπάζονταί σε πάντες οἱ ἐν οἴκῳ πολλά. ἀπόδος Κορβόλονει ἀπὸ Μαξίμου φίλου