Ancient Greek
PSI 8 963
Documentary Papyri, Psi 8 963
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δ, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους α, Φαῶφι κγ ἰνδικτίονος ιγ Φλαουΐῳ Ἰωάννῃ τῷ καὶ Λαμπαδίῳ τῷ σοφωτάτῳ καὶ ἐλλογιμωτάτῳ σχολαστικῷ φόρου ταύτης τῆς Ἀρκάδων ἐπαρχίας καὶ ἀπὸ ἀρχόντων υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Ἀναστασίου γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει Αὐρήλιος Ἀπολλὼς ὀρβιοπώλης υἱὸς Φοιβάμμωνος μητρὸς μετʼ ἐγγυητοῦ ……ει… τελέσω τῇ ὑμῶν σοφίᾳ ὑπὲρ ἐνοικίου τούτου καθʼ ἕκαστον ἐνιαυτὸν κεράτια ὀκτὼ ἤτοι χίλια· γίνεται κεράτια η ἤτοι χίλια λιτά· ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ καὶ μετὰ τὸν αὐτὸν τριετῆ χρόνον ὁμολογῶ παραδοῦναι αὐτῇ τὴν νομὴν τοῦ αὐτοῦ ὀρβιοπωλίου ἄτρωτον ἀβλαβῆ ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπολλὼς υἱὸς Φοιβάμμωνος στοιχεῖ μοι αὕτη ἡ μίσθωσις ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης ἐγγυῶμαι αὐτὸν ὡς πρόκειται. Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Se…rhnu eteliothe μίσθωσις Ἀπολλῶτος …μετʼ ἐγγυητοῦ Ἰωάννου …πολ λόγῳ ἐνοικίου κεράτια η λιτά