Ancient Greek
PSI 8 964
Documentary Papyri, Psi 8 964
Not analysed yet
……μεγαλοπρεπεστατ ε… …εὐγενεστάτης …πρόσωπον …ὁμολογῶ ἐγὼ ὁ πρωτότυπος Φιλόξενος ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου εἰς ἰδίας μου καὶ ἀναγκαίας χρείας χρυσοῦ νομισμάτια δύο ἰδιωτικῷ ζυγῷ νομιτευόμενα· γίνεται χρυσοῦ νομισμάτια β· κεφαλαίου ἐπὶ τῷ με χορηγεῖν καὶ διδόναι καὶ παρασχεῖν σοι ὑπὲρ διαφόρου τούτων ἄχρι τῆς ἑξῆς δηλουμένης προθεσμίας τὴν νομίμην ἑκατοστήν, ὅπερ διάφορον καὶ αὐτὸ τὸ κεφάλαιον ἐπάναγκες ἀποδώσω· ἢ καὶ ἐγὼ ὁ τούτου ἐγγυητὴς οἴκοθεν ὑπὲρ αὐτοῦ ἀποδώσω· ἐν τῷ Θὼθ μηνὶ τοῦ εἰσιόντος ἔτους …τῆς παρούσης πεντεκαιδεκάτης ἐπινεμήσεως ἀνυπερθέτως. ὁμολογῶ δὲ καὶ ἐγὼ ὁ τούτου ἐγγυητὴς ὁ δεῖνα, ἐὰν μὴ πληρώσῃ ὁ αὐτὸς Φιλόξενος ὁ ἐμὸς πενθερὸς τὰ εἰρημένα δύο νομίσματα ἐν τῇ εἰρημένῃ προθεσμίᾳ, ὁμολογῶ ὑπὲρ αὐτοῦ οἴκοθεν ἀποδοῦναι κινδύνῳ τῶν ἐμοὶ ὑπαρχόντων ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φιλόξενος υἱὸς Σερήνου ὁ προγεγραμμένος ἔσχον τὰ εἰρημένα χρυσοῦ νομισμάτια δύο ἰδιωτικῷ ζυγῷ νομιτευόμενα ἅπερ ἀποδώσω μετὰ τοῦ διαφόρου αὐτῶν καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. Αὐρήλιος …ς ὑποδιάκονος τῆς ἁγίας ἐκκλησίας υἱὸς Ἰωάννου ὁ εἰρημένος ἐγγυῶμαι τὸν αὐτὸν πενθερὸν Φιλόξενον ὑπὲρ τοῦ προκειμένου χρέους καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. …ειων υἱὸς Ἰωάννου ἀξιωθεὶς ἔγραψα ὑπὲρ μὲν τοῦ πρωτοτύπου ἀγραμμάτου ὄντος, ὑπὲρ δὲ τοῦ ἐγγυητοῦ μετʼ ἐμὲ ὀλίγα σημειωσαμένου. …ὑποδιάκονος τῆς ἁγίας ἐκκλησίας υἱὸς Ἰωάννου συμφωνεῖ μοι ὡς πρόκιται. di emu Philoxenu eteliothe ……Ὀξυρυγχ χρυσοῦ νομισμάτια β ἰδιωτικῷ ζυγῷ κεφαλαίου