Ancient Greek
PSI 8 967
Documentary Papyri, Psi 8 967
Not analysed yet
Εὐάγγελος Διδυμᾶτι χαίρειν. ὡς ἔγραψάς μοι ὅτι μὴ ἀφήσεις αὐτὴν εἰς Ἀλεξάνδριαν τῷ Σ…ουτι εμ…υτης τὴν δαπάνην ἀλλὰ χρή με δο…μενος ἐπὶ τοῦ παρόντος …σεγα…ς γυναικὸς Σερήνου τοπ…υν… αὐτὴν πάλιν εὗρον τῇ ἡμέρᾳ ἐν ᾗ ἀπέθανε ἐνεχείρησα ταύτῃ δραχμὰς ἑκατόν . καὶ αὐτὴ μὲν λέγει ὅτι εἴ τι θέλεις λαμ… δύναμαι λαβεῖν πλ… δύο μνᾶς μέλλω δαπανῆσαι εἰς αὐτήν. πέμψον καὶ σὺ ἀπὸ μέρους ἵνα κε… δυνασθῶ ἀναπλεῦσαι βουλεύομαι αὐτὴν ὥδε θάψαι πρόσδεξαι αὐτὴν ἐν τῷ ἄρτι ἐρχομένῳ πλοίῳ τῶν νεκρῶν πέμψον μοι ταχύτερον ἵνα ἰσχύσω ἀναβῆναι μετὰ τὴν ἑορτήν. ταῦτα λέγει Ἀφροδισία τῷ πατρὶ ὅτι στρατιώτης θέλει γαμῆσαι μου τὴν ἀδελφήν, καὶ οὐκ εκδυνηκα χωρὶς τῆς γνώμης σου δοῦναι. ὁ δὲ στρατιώτης Φεβηχίτης ἐστὶν εὐσχήμων. ἔρρωσο. ἀπόδοςΔιδυμᾶτι ἀπὸ Εὐαγγέλου ἀδελφοῦ …