Ancient Greek
PSI 8 968
Documentary Papyri, Psi 8 968
Not analysed yet
ὁ πατὴρ Ἑστιείωι χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ ὁ πυρὸς ἐν Ἀρσινόῃ χαλκοῦ …ἐστὶν καὶ εὐλαβῶς ἔχω μὴ καὶ πλείστου γένηται, οἵ τε καρπῶναι ἑτοίμως ἔχουσιν τὸν χαλκὸν πληροῦν ἕως κγ, διατάξας τὰς παρεσταμένας παρὰ σοὶ ἀρτάβας κ σύμμισγε φέρων προσάγγελμα τῶν σιτολόγων πυροῦ ἀρταβῶν ν μέτρῳ τετάρτῳ ὅμοιον ᾧ ἔλαβες μετὰ τῶν εἴκοσι ἀρταβῶν, ὅπως λαβὼν τὸν ἐν Ἀρσινόῃ χαλκὸν ἀπέλθῃς, χάριν τῶν κτηνῶν. ἐὰν δὲ μὴ ἐκποιήσῃ τοῦ ἔρχεσθαι, σήμηνον καὶ περὶ ὧν ἀναδέδεκται Ἀκουσίλας ἐπιστελεῖν ἀρταβῶν σ καὶ τῶν διὰ σοῦ. καὶ περὶ τοῦ λωτίνου διασάφησον. καὶ σαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιάνῃς. ἔρρωσο. ἔτους β, Ἁθὺρ κα Ἑστιείωι