Ancient Greek
PSI 8 971
Documentary Papyri, Psi 8 971
Not analysed yet
Σαραπίων Διδύμῳ τῶι ἀδελφῷ χαίρειν. ἐκομισάμην τὰ γράμματα διʼ ὧν γράφεις τάχιόν με ἀνέρχεσθαι. ἐπειδὴ δὲ ἴδιά μου ἔργα ἔχω καὶ οὔπω οὐδὲ ἓν τετέλεσται, ἀναγκαίως σοι γράφω ἵνα εἰδῇς, ἐὰν μὲν φθάσω πρὸ τῆς τρύγης ἀνελθεῖν, εὖ ἂν ἔχοι· ἐὰν δὲ μή, μετὰ τὴν τρύγην πάντως ἔρχομαι. ἐχάρην δὲ πάνυ ὅτι ὁ φίλος σου αὖθις τὴν χώραν αὑτοῦ ἀνεπλήρωσεν. τετραλασον λέντιόν μοι πέμψον ἰσχνὸν πρωτουφανωτον· καὶ ἐὰν πέμψῃς, δώσω τὴν τιμὴν τῷ Πετεψόι. καὶ σὺ οὖν περὶ ὧν χρῄζεις παρʼ ἐμοῦ ἐπὶ τοῦ παρόντος, μὴ ὄκνει γράφειν μοι ἡδέως ποιοῦντι. ἄσπασαι ἀπʼ ἐμοῦ τὴν σύνβιόν σου καὶ τὴν θυγατέρα καὶ τοὺς φιλοῦντάς σε πάντας. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. ἀπόδος Διδύμῳ παρὰ Σαραπίωνος.