Ancient Greek
PSI 8 970
Documentary Papyri, Psi 8 970
Not analysed yet
Διογένης Ἁρποκρατίωνι τῷ φιλτάτῳ χαίρειν. εὐθέως κομισάμενος τὸ ἐπιστόλιον πορεύου πρὸς Πασίωνα εἰς Νεμέρα, καὶ τὰ ἐκεῖ μετέωρα, ὧν τὴν γραφὴν ὁ Πασίων ἔχει, πρᾶσσε· οὐ γὰρ ὀλίγα ἐστὶν τὰ ἐνθάδε ζητούμενα, αὐτὸς δὲ ἐγὼ διὰ τὸ συμβάν μοι ἐπὶ τοῦ παρόντος οὐ δύναμαι σκύλλεσθαι· τὸν πόδα γάρ μου οὐ μετρίως ἀλγῶ. ὥστε μὴ ἀμελήσῃς χρείας οὐ τῆς τυχούσης ὑπαρχούσης ἡμῖν ἐνθάδε. ἐρρῶσθαί σε εὔχομαι.