Ancient Greek
PSI 9 1039
Documentary Papyri, Psi 9 1039
Not analysed yet
Αὐρηλίῳ Ὀσοράπι ἀρχιπροφήτῃ καὶ πρωτοστολιστῇ τῶν ἐν Ὀξυρύγχων πόλει πρωτολογίμων καὶ λογίμων ἱερῶν παρὰ Αὐρηλίου Πετοσείριος, ἀπὸ κώμης Τήεως, ἱεροψάλτου Ἄμμωνος καὶ Κρόνου καὶ Ἥρας καὶ Ἡρακλέως καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν μεγίστων ἱεροῦ λογίμου τοῦ ὄντος ἐν τῇ αὐτῇ κώμῃ καλουμένου Ιμβιενωφρεως, υἱοῦ Ὥρου μητρὸς Τσενύριος ἱερέων τῶν αὐτῶν θεῶν. καθὼς ἐγράφη σοί τε καὶ τῷ τοῦ νομοῦ στρατηγῷ ὑπὸ Αὐρηλίου Τειμαγένους τοῦ διασημοτάτου ἀρχιερέως διὰ βίου περὶ τοῦ δηλῶσαι αὐτῷ τίνες τε εἶεν τάξεις ἱεραὶ καὶ ἐπικρατούμεναι ὑπὸ τίνων καὶ τίνες τῶν προσόδων ἀντιποιοῦνται, ἀπογράψασθαι δὲ τοὺς ἱερωμένους τοὺς γεγονότας αὐτοῖς υἱούς, δηλῶ πρὸς τὸ μὴ λαθεῖν Αὐρηλίους Ἀμεννώθην μὲν καὶ Ἀμμώνιον θεαγοὺς εἶναι ἐκ πατρὸς Ὥρου Ἀμεννέως θεαγοῦ, ὃν ἐκληρονόμησαν καὶ τῶν αὐτοῦ διακατέχουσιν, ἀπογεγράφθαι δὲ αὐτοὺς εἰς τὸν κατὰ μητέρα αὐτῶν πάππον Ὀννῶφριν ἱερέα τῶν αὐτῶν θεῶν· καὶ Ψεναμοῦνιν καὶ Ἀμμώνιον ἀδελφὸν αὐτοῦ παστοφόρους εἶναι ἐκ πατρὸς Ἀμεννέως παστοφόρου, ὃν ἐκληρονόμησαν, μητρὸς Ἀρτέμειτος παστοφορίσσης, ἀπογεγράφθαι δὲ εἰς ἕτερον Ἀμεννώθην ἱερέα· καὶ Ταμεννέα ἱέρισσαν καὶ Ὀννῶφριν υἱὸν Ὥρου, ὃν ἐκληρονόμησεν, ἀπογεγράφθαι δὲ εἰς Ὀννῶφριν ἱερέα …προφορὰν δέδωκεν ἐπὶ ὑπομνηματισμῶν τῆς ἀρχιερωσύνης μὴ ἔχειν υἱὸν ἄρρενα. πρὸς δὲ τὴν μὲν τῶν παίδων αὐτῶν περιτομήν, τοῦ μὲν Ἀμεννώθου Ὀννῶφριν ἐκ μητρὸς Διυν…ος τῆς ἀπὸ Ἰσίου Τρύφωνος παστοφορίσσης καὶ τοῦ Ψεναμούνιος υἱοὺς Ἀμεννέα καὶ Ὧρον …ἐκ μητρὸς Τααμεννώθου θυγατρὸς Ἀπολλωνίου θεαγίσσης καὶ Ἀμμωνίου υἱὸν Ἀμεννέα ἐκ Ἱεραμούσης θεαγίσσης, καὶ Ὀννῶφριν βουληθέντα ἀπογράψασθαι εἰς ἑαυτὸν Ὡρωούχιον υἱὸν ὄντα Ὠριγένους παστοφόρου ἐκ μητρὸς Ἑρμούθιος παστοφορίσσης ἐπισχεθῆναι, ἀνυσθῆναι δὲ διὰ σοῦ τῷ αὐτῷ διασημοτάτῳ Αὐρηλίῳ Τειμαγένει. ἔτους κε …