Ancient Greek
PSI 9 1040
Documentary Papyri, Psi 9 1040
Not analysed yet
διαθήκη Ψεναμούνιος Ἁρποκρᾶτος τοῦ Ἁρποκρᾶτος μητρὸς Θατρῆτος ἀπʼ Ὀξυρύγχων πόλεως γράμματα εἰδώς. κληρονόμον ποιοῦμαι τὸν υἱὸν Αὐρήλιον Θεόδωρον ἐκ τῆς γενομένης καὶ μετηλλαχυίας γυναικὸς Διογενίδος ἀπὸ τῆς αὐτῆς πόλεως Δαμηϊδα δούλην αὑτοῦ ἀγοραστὴν ὡς ἐτῶν ιγ παραυτίκα τῆς τελευτῆς ἐλευθεροῖ καὶ ἀπολύει τῶν πατρωνικῶν δικαίων σὺν πεκουλίῳ παντί, ᾗ καὶ διατάσσει τέταρτον μέρος ἧς ἔχει ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Πλατείας θεάτρου οἰκίας οἰκετικῆς αὑτοῦ σὺν χρηστηρίοις πᾶσι κυριευτικῶς καὶ πρὸς ἅπαξ κράβακτον σὺν χαλαδρίῳ ἐξεστρωμένον καὶ ἐφʼ ᾧτε μὴ ἐξέστω μισθώσασθαι, ἀλλὰ τὸ μέρος ἐὰν βούληται μισθοῦν τῷ ἀδελφῷ.