Ancient Greek
PSI 9 1042
Documentary Papyri, Psi 9 1042
Not analysed yet
Ἰσαροῦς Ἡλιοδώρῳ τῷ υἱῷ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σοι τὰ κάλλιστα, δεύτερον δὲ ὅτι σου τὰ γράμματα ἔλαβον καὶ ἡδέως ἔσχον. καλῶς οὖν ποιήσεις μείνας παρὰ σοὶ ἄχρις οὗ τὰ πράγματα κατασταλῇ· οὐδεὶς γὰρ ἐν τῇ πόλει ἐστίν. οὐκ ἔπεμψας δέ μοι τὸ ἐντολικὸν ὅ σοι ἐνετειλάμην πορευομένῳ. ἀσπάζεταί σε Ἁρποκρατίων καὶ Ταπάμμων καὶ πάντες οἱ κατὰ τὴν οἰκίαν. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος Ἡλιοδώρῳ ἀπὸ Ἰσαροῦτος