Ancient Greek
PSI 9 1041
Documentary Papyri, Psi 9 1041
Not analysed yet
χαῖρε ἐν κυρίῳ, ἀγαπητὲ ἄδελφε Παῦλε, Σώτας σε προσαγορεύω. τοὺς ἀδελφοὺς ἡμῶν Ἥρωνα καὶ Ὡρίωνα καὶ Φιλάδελφον καὶ Πεκῦσιν καὶ Νααρωοῦν κατηχουμένους τῶν συναγομένων καὶ Λέωνα κατηχούμενον ἐν ἀρχῇ τοῦ εὐαγγελίου πρόσδεξαι ὡς καθήκει· διʼ ὧν σὲ καὶ τοὺς σὺν σοὶ ἐγὼ καὶ οἱ σὺν ἐμοὶ προσαγορεύω. ἐρρῶσθαί σε εὔχομαι ἐν κυρίῳ, ἀγαπητὲ ἄδελφε.