Ancient Greek
PSI 9 1066
Documentary Papyri, Psi 9 1066
Not analysed yet
……γραφέντα ὑπὸ Αὐρηλίου Μαξίμου τοῦ κρατίστου πρὸς ταῖς ἐπισκέψεσι κελεύοντος ἀποσταλῆναι ἐπʼ αὐτὸν γεωμέτρας, ὀμνύω τὴν Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην ἐξαυτῆς ἐπʼ αὐτὸν τὸν κράτιστον ἐπίτροπον ἐξορμήσειν πρὸς τὰς τῶν ἐπισκέψεων ὑπηρεσίας. παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὴν Αὐρήλιον Ἁρπαῆσιν Ὡρίωνος μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως ,ὅνπερ γνωρίζει Αὐρήλιος Γέμεινος Δημητρίου μητρὸς Ταποντῶτος ἀπʼ Ὀξυρύγχων πόλεως, παρόντας καὶ εὐδοκοῦντας. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς Σεβαστοῦ, Μεχεὶρ …Γάιος Ἰούλιος Τρ…