Ancient Greek
PSI 9 1067
Documentary Papyri, Psi 9 1067
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἀντινοέων Νέων Ἑλλήνων παρὰ Μάρκου Αὐρηλίου Ἀμμωνᾶ τοῦ καὶ Σαραπίωνος Ἀγαθοῦ Δαίμονος τοῦ Α… …ωνος Παυλινίου τοῦ καὶ Μεγαλεισίου παροικοῦντος ἐν τῷ τετάρτῳ γράμματι πλινθείῳ δ, καὶ τῆς γυναικὸς Αὐρηλίας Ἱερακιαίνης Κα… …τος Ἱέρακος ἀπὸ κώμης Πώεως τοῦ Ἑρμοπόλιτου ὡς ἐτῶν λδ χωρὶς κυρίου χρηματιζούσης δικαίῳ τέκνων κατὰ τὰ Ῥωμαίων ἔθη. βουλόμενοι ἀπαρχὴν ἧς ἔσχομεν ἐξ ἀλλήλων θυγατρὸς Εὐδαιμονίδος ἡμερῶν κε, προήγμεθα ὑπόμνημα ἐπιδοῦναι καὶ ἀξιοῦμεν συντάξαι τῷ γραμματεῖ θέσθαι τῆς Εὐδαιμονίδος ἀπαρχὴν ὡς καθήκει. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαΐου Ἰουλίου Οὐήρου Μαξιμίνου Γερμανικοῦ μεγίστου εὐσεβοῦς εὐτυχοῦς Σεβαστοῦ καὶ Γαΐου Ἰουλίου Οὐήρου Μαξίμου τοῦ ἱερωτάτου Καίσαρος Γερμανικοῦ μεγίστου Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ, Ἁδριανοῦ ιδ. Αὐρήλιος Ἀμμωνᾶς ὁ καὶ Σαραπίων ἐπιδέδωκα. Αὐρηλία Ἱερακίαινα ἐπιδέδωκα. Αὐρήλιος Ξάνθιππος Θεοτέκνου Ἀθηναιεὺς ὁ καὶ Σαλαμίνιος ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.