Ancient Greek
PSI 9 1077
Documentary Papyri, Psi 9 1077
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ γ, Μεχεὶρ ιθ. Φλαούϊοι Τερέντιος καὶ Συνπλίκις ἀμφότεροι Φήλικος ἀπὸ πραιποσίτων στρατιῶται ἕκτης λεγιῶνος τῶν ἐν Λύκων διακειμένων ὑπὸ Ταῦρον πραιπόσιτον Φλαουίῳ Κρονίῳ ὀφφικιαλίῳ τάξεως ἐπάρχου Αἰγύπτου καὶ Ἀπφοῦτος Σεουήρῳ καὶ Διοσκόρῳ ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως χαίρειν. ἐπειδὴ ἀπεδόμεθα ὑμῖν οἰκόπεδα ἐν τῇ αὐτῇ Ὀξυρυγχειτῶν πόλει καὶ ἠρκέσθημεν ὑπὲρ τοῦ ἀπόντος ἡμῶν ἀδελφοῦ καὶ τοῦ τιμήματος τὸ μέρος αὐτοῦ ἐδεξάμεθα, κατὰ τοῦτο ὁμολογοῦμεν ἀκολούθως ταῖς γεγονυίαις ὠναῖς ……χ…νπαν… τοῦ αὐτοῦ ἀδελφοῦ ἡμῶν …ὁ Φῆλιξ ἐπέλθῃ ὑμῖν …καὶ τὸν ἐπελευσόμενον …ἀρκουμένων ἡμῶν …παντὸς οἰκοπεδίου. κύριον τὸ γραμμάτιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν …Φλαύϊος Τερέντιος εὐδοκῶ …καὶ ἐπερωτηθεὶς ὡμολόγησα …