Ancient Greek
PSI 9 1078
Documentary Papyri, Psi 9 1078
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ η καὶ Ἰουλιανοῦ τοῦ ἀνδρειοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος τὸ α, Ἁθὺρ κθ. Φλαουίῳ Κρονίωνι ὀφφικιαλίῳ τάξεως ἐπάρχου Αἰγύπτου παρὰ Αὐρηλίου Ὥρου Πασαλύμιος ἀπὸ κώμης Ληνῶνος δ πάγου. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς λγ ἔτος καὶ β ἀπὸ τῶν ὑπαρχόντω σοι περὶ τὴν αὐτὴν κώμην ἐδάφους Λευκαρα λεγομένου ἀρούρας ὅσας ἐὰν ὦσι ἐν αἷς ὑδρεύματα καὶ μηχανὴ καὶ ὄργανα ἐπὶ τῷ με ἐπαντλῆσαι εἰς ἄβροχον καὶ σπεῖραι οἷς ἐὰν αἱρῶμαι γένεσιν, καὶ τελέσειν με ὑπὲρ φόρου ἀποτάκτου τῷ Κρονίωνι πυροῦ καθαροῦ ἀρτάβας εἰκοσιπέντε καὶ κριθῆς ἀρτάβας ὀκτὼ καὶ λαχανοσπέρμου ἀρτάβας δύο ἥμισυ, τὰς πάσας μέτρῳ σου τοῦ γεούχου …ευρετιαι ἐν αὐταῖς γυῶν α…εν… τελέσειν με ὑπὲρ αὐτῶν τὸν προτελούμενον φόρον. προσομολογῶ δὲ ἐσχηκέναι παρὰ σοῦ τοῦ γεούχου ἐκ λόγου προχρείας ἀργυρίου τάλαντα τετρακισχίλια· γίνεται τάλαντα Δ· τῆς ἀναβολῆς τῶν ναυβίων οὔσης πρὸς ἐμὲ τὸν μεμισθωμένον. ἐπάναγκες ἀποδώσω τὸν ἀπότακτον φόρον μετὰ καὶ τῆς ἐγγεγραμμένης προχρείας, ἕκαστον τῷ δέοντι καιρῷ ἀνυπερθέτως. κυρία ἡ ἐπιδοχή, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ὧρος Πασαλύμιος μεμίσθωμαι τὴν γῆν ἐν αἷς ὑδρεύματα καὶ μηχανὴ καὶ ὄργανα καὶ ἀποδώσω τὸν ἀπότακτον φόρον, ὡς πρόκειται. Αὐρήλιος Ἀτίων Εὐποθίου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. μίσθωσις Ὥρου Πασαλύμιος ἀπὸ κώμης Ληνοῦ