Ancient Greek
PSI 9 1080
Documentary Papyri, Psi 9 1080
Not analysed yet
Διογενὶς Ἀλεξάνδρῳ τῷ ἀδελφῶι χαίρειν. καθὼς ἐνετείλω Τααμόιτι περὶ οἰκήσεως ἵνα μεταβῶμεν, εὕραμεν ἣν προεῖμεν πρὶν μεταβῶμεν παρὰ Ἀγαθῖνον. ἔστιν δὲ ἡ οἰκία πρὸς τῷ Ἰσίῳ ἐχόμενα οἰκίας Κλαυδιανοῦ …ου. μεταβαίνομεν δὲ ἐκεῖ τῷ Φαμενώθ. εἰδέναι δέ σε θέλω ὅτι ἔσχον παρὰ Βόττου δραχμὰς ἑκατὸν εἴκοσι . ἔπεμψά σοι δετριον …πορφύρας διὰ Σαραπιακοῦ. ἃ δὲ διεπέμψω μοι γράμματα δοῦναι Βολφίῳ, δέδωκα. ἀσπάζου δὲ πολλὰ τὸν μικρὸν Θέωνα. ἠνέχθη δὲ αὐτῷ ὑπὸ τῆς γυναικός, ἧς μοι ἐδήλωσας ἀσπάσασθαι, παίγνια ὀκτὼ καὶ ταῦτα σοι διεπεμψάμην …Αὐρηλίῳ Ἀλεξάνδρῳ.