Ancient Greek
PSI 9 1081
Documentary Papyri, Psi 9 1081
Not analysed yet
τῷ δεσπότῃ μου πάτρωνι Λιμενίῳ Ἀμμώνιος προνοητής οἱ ἀπὸ κώμης Παώμεως ἀπήντησαν εἰς τὸ Ψανκερμα νομίσαντες ὅτι ἦλθας ἐκεῖ, βουλόμενοι ἀξιῶσαι τῇ σῇ εὐγενίᾳ ὀλίγων νομισματίων ἕνεκα, ἔχοντες μετὰ χεῖρας τὸ γραμμάτιον μετὰ καὶ τῆς ἐπικερδίας, καὶ ὅτι οἱ δοκοῦντες ὅλοι οἱ ἀπὸ τῆς κώμης ἐγράψαντο. εἰ δοκεῖ σοι οὖν, δέσποτά μου, δοῦναι αὐτοῖς, μέλλουσι εὐγνωμονῆσαι· καὶ ἄλλοτε γὰρ ἣν ἔλαβαν καλῶς ἀπεκατέστησαν· οὐδέποτε γὰρ ἀντέστησαν ἡμῖν πάντα τὰ ἐπιταττόμενα αὐτοῖς τοῖς γεουχικοῖς πράγμασι ο…οι ἐνκείμενοι τῷ γραμματίῳ ἔχοντες ε… ἐπεὶ οὐ καλῶς …ἐπὶ τῆς κώμης τὸ γραμμάτιον ὡς θέλεις γενέσθω ἐπὶ τῆς πόλεως εἰς πάμπολλαπολλα μέλλουσι χρῆσιν ε… ημ… παρειδης αὐτῶν …ιν μετα…νθε… …ναν ἔχουσι μετὰ τὴν …ην ὁρμὴν ἐκ νυκτῶν …εις τὸ Χρυσυχόου ὡς ἐκέλευσας. ὁ γὰρ Ὡρίων οτε…το… …ως εὑρίσκεται. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, δέσποτά μου. ἔστιν γὰρ καὶ Εὐλάλιος ἅμα αὐτῶν. τῷ δεσπότῃ μου καὶ πάτρωνι Λιμενίῳ …Ἀμμώνιος προνοητής