Ancient Greek
PSI 9 1082
Documentary Papyri, Psi 9 1082
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀμμ… Παλλαδὶς πολλὰ χαίρειν. μαθεῖν σε θέλω, κύριέ μου ἄδελφε, ὅτι Εὐτύχιον ἔπεμπον πρὸς σὲ εὐκαιρίαν τυχοῦσα τοῦ πορθμίου. καὶ ὁ ἀδελφός σου εἶπεν ὅτι, εἰ ἤθελε, αὐτὸν ἔπεμπε ἐπʼ αὐτόν. εἰ οὖν σοι δοκεῖ, πέμψον ἐπʼ αὐτόν· τὴν γὰρ σὴν ὑπηρεσίαν θέλω πλέον τῆς ἐμῆς. ἤδη τρίς σοι ἐπιστέλλω ὡς ἕνεκεν αὐτοῦ. μαθεῖν σε θέλω ὅτι το…σαγο…ι ρον καὶ τὸ στιχάριον τὸ ἐρεοῦν σὺν μαφορτίου πλουμαρικοῦ λευκοῦ ἔπεμψά σοι διὰ τῶν ναυτῶν τοῦ πορθμίου, ἐντετυλιγμένα εἰς τὸ βαλανάριόν σου. Ορτος καὶ Σεουῆρος καὶ Χρυσος αὐτὰ ἔλαβαν εἰς ταλαιρα τῶν τριῶν αὐτὰ παραδέδωκεν. περὶ γὰρ τῶν ἐπιθηκῶν, ἐὰν πάλι ἄλλους ἀπαιτήσω, γράφω σοι. ἐὰν οὖν εὐτυχῶς ἔλθωσι πρὸς σὲ, ἐπίστειλόν μοι τα …