Ancient Greek
PSI Congr. 20 6
Documentary Papyri, PSI Congr. 6
Not analysed yet
πρᾶσις ὄνου Ἡρώδης Μαρωνίωνος πρὸς Μαρσισοῦχον Μαρεψήμιος …ἔτους πρώτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Δρουσιέως β… ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡρώδης Μαρωνίωνος ……πε… βεβαιώσει …α Ἡρώδη… τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ πάντων καὶ παντὸς εἴδους· ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Ἡρώδης Λυσιμάχου ……ὡς ἐτῶν κθ οὐλὴ τραχήλωι ἐκ …δεξιῶν. ἡ συνγραφὴ κυρία Ἡρώδης Μαρωνίωνοςὁμολογῶ πεπρακέναι Μαρσισούχῳ Μαρεψήμιος τὸν ὑπάρχοντά μοι ὄνον ἄρσενον πῶλον ἄβολον μελανόχρουν τοῦτον τοιοῦτον ἀναπόριφον καὶ ἀπέχω παρὰ τοῦ Μαρσισούχου τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ πάντων καὶ παντὸς εἴδους καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἡρώδης Λυσιμάχου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα· ……Μαρσισοῦχος Μαρεψήμιος γέγονεν εἴς με ἡ πρᾶσις καθὼς πρόκειται ἔτους πρώτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Δρουσιέως …ἀναγέγραπται διὰ Κρονίωνος νομογράφου Τεβτύνεως καὶ Κερκεσούχων Ὤρους.