Ancient Greek
PSI Congr. 20 7
Documentary Papyri, PSI Congr. 7
Not analysed yet
……Πεκύσι …Καρανίδος καὶ τοῖς λοιποῖς πρεσβυτέροις, παρὰ Ἁρφαήσιος τοῦ Παθέως Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον τὸ ἐνεστὸς ὄγδοον ἔτος Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τὰς ἐναφειμένας περὶ τὸ πεδίον πρότερον Παθέως τοῦ Πρανμᾶ ἀρούρας δύο ἢ ὅσας ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν τόπῳ Ακ… λεγομένῳ ἀντὶ τῶν ὑπὲρ αὐτῶν ἀρουρῶν ἐκφορίων καὶ φορέτρων καὶ παντὸς εἴδους ἐφʼ ᾧ λήμψομαι ἐκ τοῦ δημοσίου τὰ ὑπὲρ αὐτῶν σπέρματα καὶ ἄξω τὰ γεωργικὰ ἔργα πάντα ὅσα καθήκει καὶ τὰ ἐκφφόρια μετρήσω ἐν μηνὶ Παῦνι νέα, καθαρὰ καὶ ἄδολα, ἐὰν φαίνηται μισθῶσαι ἐπι τοῖς προκειμένοις. Ἁρφαῆσις ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, ἔτους η Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Ἁθὺρ κγ.