Ancient Greek
Pylon 1 (2022) [Zellmann-Rohrer], § 1-34
Documentary Papyri, Pylon 1 5
Not analysed yet
τὸ γράμμα τοῦ ἐμοῦ ἀδελφοῦ ἐδεξάμην· ἐδεξάμην δὲ τὰ εἴδη· τοὺς ὀκτὼ κοριάξους καὶ τέσσαρα ἀγρέμια· ἐπειδὴ οἶδας τὴν φιλίαν μεταξὺ ἡμῶν, ουκα…ου· γράψον ἐπιστολὴν ἵνα μὴ ἐπαρθῶσιν μάτην· ἐπειδὴ οἶδας ὅτι ἐγὼ καὶ σύ, μείζονες οἱ ἀπὸ Μιγτολεως, ἐπειδὴ οὖν οἶδα ὅτι πολλὰ σιαίνουσι· καὶ ἐπειδὴ ἤκουσα ὅτι ἀπῆλθες εἰς τὸ χωρίον σου πάλιν, πάνυ ἐχάρη ἡ ψυχή μου καὶ πάντες ἐκ τοῦ ὁσπιτίου· ἐγὼ Θαλητ προσκυνῶ· προσκύνησον δὲ τὴν κύραν Μαρίαν καὶ τὸ μικρὸν παιδίον αὐτῆς. κύριος Γεώργιος ταῦτα γράψας πλεῖστα ὑμᾶς ἀσπάζομαι ἐν κυρίῳ. προσκύνησον δὲ πολλὰ ἄπα Γερόντιον. τῷ ἐμῷ ἀδελφῷ sealing σὺν θεῷ …