Ancient Greek
Pylon 1 (2022) [Borelli], § 1-16
Documentary Papyri, Pylon 1 9
Not analysed yet
ἐξ εἰκονισμοῦ θ ἔτους Δομιτιανοῦ Βιθυνῶν Ἰσίωνος α τόμου κολλημάτων λ ἕως λθ. οἰκία ἰδία Ἀπολλωνίου τοῦ καὶ Ἰσιδώρου οὖσα ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου. μεθ’ ἕτερα. προσαπεγράψατο ἐνοίκους· Διογένης Κάστορος τοῦ Δείου μητρὸς Ἀπίας τῆς Ἥρωνος κάτοικος τῶν Ϛυοε ἐπικεκριμένος η ἔτει Νέρωνος ἐτῶν με ἄσημος, Ἥρων ἀδελφὸς μητρὸς τῆς αὐτῆς κάτοικος επ… ἐπικεκριμένος θ ἔτει Νέρωνος ἐτῶν μα οὐλὴ μετώπῳ δεξιῷ. μεθ’ ἕτερα. θήλειαι· Ταμάρων Πρωτάρχου τοῦ Πρωτάρχου θυγάτηρ κατοίκου γυνὴ Ἥρωνος ἐτῶν με, Ἡρωὶς θυγάτηρ ἀμφοτέρων ἐτῶν ιε, Εὐδαιμονὶς ἄλλη ἐτῶν ια, Σαμβοῦς ἄλλη ἐτῶν γ. Ἀντώνιος γραμματεὺς βιβλιοφυλάκων ἐσημειωσάμην. ἐξ εἰκονισμοῦ η ἔτους θεοῦ Οὐεσπασιανοῦ Βιθυνῶν Ἰσίωνος. οἰκία ἰδία Ἀπολλωνίου τοῦ καὶ Ἰσιδώρου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου. μεθ’ ἕτερα. ἔνοικοι· …