Ancient Greek
76.xvi.7 to 76.xviii.10
Documentary Papyri, Rom.Mil.Rec. 1 76.xvi.7-76.xviii.10
Not analysed yet
Ἀντόνιος Μαρκιανὸς ἱππεὺς σημειοφόρος ἴλης τῆς αὐτῆς τούρμης Λουκιλλίου ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ὄππιος Λειτωρεῖνος ἱππεὺς ἴλης οὐετρανῆς Γαλλικῆς τούρμης Σεντίου Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι μου χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ἐν προχρείᾳ α ἐξερχόμενος εἰς τὰ Βουκόλια ὑπὲρ τοῦ ἔτους ιθ Αὐρηλίων Ἀντωνείνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου τῶν κυρίων Αὐτοκρατόρων δηνάρια εἴκοσι πέντε . Μεχεὶρ ιγ. Διονύσιος Σαραπίωνος σημειοφόρος ἴλης Γαλλικῆς τούρμης α Ἀπολιναρίου Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ ἐν προχρείᾳ τὴν γράστιν μου τοῦ ιθ ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν ἐξερχόμενος εἰς Ἀφροδιτὼ δηνάρια εἴκοσι πέντε πλήρης. Μεχεὶρ ιγ. Μᾶρκος Οὐαλέριος ἱππεὺς στάτωρ ἴλης οὐετρανῆς Γαλλικῆς τούρμης Πετρωνιανοῦ Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ ἐν προχρείᾳ τὴν γράστιν μου ὑπὲρ τοῦ ιθ ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυα ρίων σεβαστῶν ἐξερχόμενος εἰς Ἀρσινοιτὴν δηνάρια εἴκοσι πέντε πλήρης. Μεχεὶρ ιδ. Μέμνων Ψενπρης σημειοφόρος ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Φλαύιος Σερῆνος κουράτωρ ἴλης Γαλλικῆς τούρμης Σερήνου καὶ Σαραπίων Ταυριν τούρμης τῆς αὐτῆς Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἐλάβαμεν παρὰ σοῦ τὴν γράστιν ἐκ δηναρίων εἴκοσι πέντε . ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ β Κομμόδου τῶν κυρίων σεβαστῶν Μεχεὶρ ιε. Νααρωους Μίλονος ἱππεὺς Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ α τὴν γράστιν μου. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Μεχὶρ ιη. Θεόφιλος Ἀλεξανδρι ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Λυκαρίωνος Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράσα τιν μου ἐν προχρείᾳ ἐξερχόμενος εἰς Κλύσμα ὑπὲρ τοῦ ἐννεακαιδεκάτου ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν δηνάρια εἴκοσι πέντε . Μεχεὶρ λ. Οὐαλέριος Νεπωτιανὸς ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης τῆς αὐτῆς ἔγραψα ὑπὲρ αὐτοῦ ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.