Ancient Greek
76.xviii.11 to 76.xx.6
Documentary Papyri, Rom.Mil.Rec. 1 76.xviii.11-76.xx.6
Not analysed yet
Ἀμέριμνος Ἀμμωνι ἱππεὺς ἴλης οὐετρανῆς Γαλλικῆς τούρμης Λυκαρίωνος καὶ Ἀπολλῶς Σερήνου ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης Αἰλίου Σερήνου Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἐλάβαμεν παρὰ σοῦ τὴν γράστιν β ἡμῶν ἐν προχρείᾳ ἐξερχόμενοι εἰς Κλύσμα ὑπὲρ τοῦ ἐννεακαιδεκάτου ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν δηνάρια εἴκοσι πέντε . Μεχεὶρ λ. Οὐαλέριος Νεπωτιανὸς ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης Λυκαρίωνος ἔγραψα ὑπὲρ αὐτῶν ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Μηνόδορος Μαρκι ἱππεὺς ἴλης οὐετρανῆς Γαλλικῆς τούρμης Σερήνου Μέλανος Ἰουλείῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον α παρὰ σοῦ τὴν γράστιν μου ἐν προχρείᾳ ἐξερχόμενος εἰς Ἀρσινοίτην ὑπὲρ τοῦ ιθ ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν δηνάρια εἴκοσι πέντε . Μεχὲρ λ. Ἰούλειος Μᾶρκος σημειοφόρος ἔγραψα ὑπὲρ αὐτοῦ ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Διονύσιος Π…ο…ες ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Λυκαρίωνος καὶ Ὀννο͂φρις Κολλουτι ἱππεὺς ἴλης τῆς αὐτῆς τούρμης Σεντίου Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἐλάβαμεν παρὰ σοῦ τὴν γράστιν ἡμῶν ἐν προχρείᾳ ἐξερχόμενοι εἰς Λαύραν ἐκ δηναρίων εἴκοσι β πέντε ὑπὲρ τοῦ ἐννεακαιδεκάτου ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν Φαμενὸτ ιϛ. Ἑρμίας ὀπτίων κάμπου ἔγραψα ὑπὲρ αὐτῶν ἐρωτηθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ἰούλιος Ἀπολινᾶρις ἱππεὺς ἴλης οὐετρανῆς Γαλλικῆς τούρμης Ἀπολιναρείου Ἰουλίῳ Σερήνῳ α σούμμῳ κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ἐν προχρείᾳ ὑπὲρ τοῦ ιθ ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν δηνάρια εἴκοσι πέντε . Φαμενὼθ ιϛ. Νεφερῶς ὁ καὶ Νεφῶς ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Σωτηρίχου Ἰουλίῳ Σερήνῳ σούμμῳ α κουράτορι χαίρειν· ἔλαβον παρὰ σοῦ τὴν γράστιν μου ἐν προχρείᾳ ἐξερχόμενος εἰς Λαύραν ὑπὲρ τοῦ ιθ ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν δηνάρια εἴκοσι πέντε . Φαμενὼθ κ. Ἰούλιος Σερῆνος ἱππεὺς ἴλης Γαλλικῆς τούρμης Ἡρωδιανοῦ Ἰουλίῳ Σερήνῳ σούμμῳ κουράτορι χαίρειν· ἔλαβον α παρὰ σοῦ τὴν γράστιν ἐν προχρείᾳ ἐξερχόμενος εἰς Σκηνὰς Μεγάλας ὑπὲρ τοῦ ιθ ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων σεβαστῶν δηνάρια εἴκοσι πέντε . Φαμενὼθ κ.