Ancient Greek
SB 1 4414
Documentary Papyri, SB 1 4414
Not analysed yet
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, μηνὸς Ἀπελλαίου Φαῶφι ιβ. ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἥρων ἀπάτωρ μητρὸς Ἰσιδώρας γεωργὸς κγ κληρουχίας ὡς ἐτῶν εἴκοσι ,λεύκωμα ὀφθαλμῷ δεξιῷ, τῷ ἐν τῷ αὐτῷ κλήρῳ γεωργῷ Ἀπολλῶτι Λιμναίου τοῦ Ὀννώφρεως ὡς ἐτῶν λ, οὐλὴ ὀφρύι δεξιᾷ ἐκκεχωρηκέναι αὐτῷ τὸν ὁμολογοῦντα Ἥρωνα ἀπὸ τοῦ νῦν ἐφʼ ὃν μένει αὐτῷ ἡ γεωργία χρόνον τὸ ἐπιβάλλον αὐτῷ μέρος ἥμισυ ὧν γεωργεῖ ἐδαφῶν σὺν τῷ προκειμένῳ Ἀπολλῶτι περὶ μὲν Ψεναρψενῆσιν Καμηλιανῆς οὐσίας ἀρουρῶν πέντε ἡμίσους ,καὶ ὁμοίως Μαικηναιτιανῆς ἀρούρης ἡμίσους τέταρτου καὶ Κερκεσούχων προσόδου ἀρούρας δύο ἀντὶ τῶν ὑπὲρ αὐτῶν εἰς τὸ δημόσιον μετρουμένων καὶ διαγραφομένων δημοσίων πάντων καὶ τῶν ἄλλων τῶν ἐξακολουθούντων, ἐὰν δέ τις αὐτῶν παραβῇ δώσει ἐπιτίμου ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ὑπογραφεὺς Ἥρων ἀπάτωρ μητρὸς Ἰσιδώρας ὁμολογῶ ἐκκεχωρηκέναι τῷ Ἀπολλῶτι ἀπὸ τοῦ νῦν ἐφʼ ὃν μένει μοι ἡ γεωργία χρόνον. …λος Ἑριέως ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἀναγέγραπται διὰ γραφείου Καρανίδος.