Ancient Greek
SB 1 4415
Documentary Papyri, SB 1 4415
Not analysed yet
Ἀρτεμιδώρῳ τῷ καὶ Τούρβωνι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου Πολέμωνος μερίδος παρὰ Στατίας Πετρωνίας μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων ἔθη Τιβερίου Κλαυδίου Σεκούνδου. ἐπεὶ τελῶ τὸ τέλειον ἀριθμητικὸν ἐπὶ κώμης Νείλου πόλεως τῆς Ἡρακλείδου μερίδος, ἔσχον δὲ ἀπὸ νομίμων ἐμβαδείας ἐνεχυρασίας τῷ διεληλυθότι ϛ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ὑποχρέου μου ἅμα ἄλλοις ὑπάρχουσι καὶ περὶ κώμην Μέμφιν τῆς Πολέμωνος μερίδος κλήρου κατοικικοῦ ἀρουρῶν α 𐅵γ ιβ, ὁ δὲ ὑπόχρεος Ἀφροδίσιος τελεῖ ἐπʼ ὀνόματος Θαμουνίου Σαμβᾶ ἡμιτέλειον ἀριθμητικὸν ἐπὶ τῆς Μέμφεως καὶ οὐδὲν αὐτῇ ὑπάρχει περὶ τὸν νομὸν κατοικικὸν ἔδαφος, ἐπιδίδωμι ὅπως περιαιρεθῇ τὸ τῆς Θαμουνίου ὄνομα ἀπὸ τῆς τοῦ ἀριθμητικοῦ γραφῆς. Ἀρτεμίδωρος ὁ καὶ Τούρβων βασιλικὸς γραμματεὺς Πολέμωνος μερίδος κωμογραμματεῖ Μέμφεως. τοῦ ἐπιδοθέντος μοι βιβλιδίου ἀντίγραφον πρόκειται. τὸ ἀκόλουθον οὖν ἐπιτέλει ὡς καθήκει ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου, ἐάν τι μὴ δεόντως γένηται. σεσημείωμαι. ἔτους ζ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ λ.